Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 35.46 Dem. 35.50 (English) >>Dem. 35.52

35.48ἀλλὰ παρὰ τῷ ἄρχοντι; οὐκοῦν ἐπικλήρων καὶ ὀρφανῶν καὶ τῶν τοκέων τῷ ἄρχοντι προστέτακται ἐπιμελεῖσθαι. ἀλλὰ νὴ Δία παρὰ τῷ βασιλεῖ. ἀλλʼ οὐκ ἐσμὲν γυμνασίαρχοι, οὐδὲ ἀσεβείας οὐδένα γραφόμεθα. ἀλλʼ πολέμαρχος εἰσάξει. ἀποστασίου γε καὶ ἀπροστασίου. οὐκοῦν ὑπόλοιπόν ἐστιν οἱ στρατηγοί. ἀλλὰ τοὺς τριηράρχους καθιστᾶσιν, ἐμπορικὴν δὲ δίκην οὐδεμίαν εἰσάγουσιν. 35.49ἐγὼ δʼ εἰμὶ ἔμπορος, καὶ σὺ ἀδελφὸς καὶ κληρονόμος ἑνὸς τῶν ἐμπόρων, τοῦ λαβόντος παρʼ ἡμῶν τὰ ἐμπορικὰ χρήματα. ποῖ οὖν δεῖ ταύτην εἰσελθεῖν τὴν δίκην; δίδαξον, Λάκριτε, μόνον δίκαιόν τι λέγων καὶ κατὰ τοὺς νόμους. ἀλλʼ οὐκ ἔστιν οὕτω δεινὸς ἄνθρωπος οὐδεὶς ὅστις ἂν περὶ τοιούτων πραγμάτων ἔχοι τι δίκαιον εἰπεῖν.

35.50οὐ τοίνυν ταῦτα μόνον, ἄνδρες δικασταί, δεινὰ ἐγὼ πάσχω ὑπὸ Λακρίτου τουτουί, ἀλλὰ καὶ χωρὶς τοῦ ἀποστερεῖσθαι τὰ χρήματα καὶ εἰς τοὺς ἐσχάτους ἂν κινδύνους ἀφικόμην τὸ τούτου μέρος, εἰ μή μοι συγγραφὴ ἐβοήθει πρὸς τούτους, καὶ ἐμαρτύρει ὅτι εἰς τὸν Πόντον ἔδωκα τὰ χρήματα καὶ πάλιν Ἀθήναζε. ἴστε γάρ, ἄνδρες δικασταί, τὸν νόμον ὡς χαλεπός ἐστιν, ἐάν τις Ἀθηναίων ἄλλοσέ ποι σιτηγήσῃ Ἀθήναζε, χρήματα δανείσῃ εἰς ἄλλο τι ἐμπόριον τὸ Ἀθηναίων, οἷαι ζημίαι περὶ τούτων εἰσίν, ὡς μεγάλαι καὶ δειναί.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 35.46 Dem. 35.50 (English) >>Dem. 35.52

Powered by PhiloLogic